TLG 2367 002 :: THEOGNIS :: Fragmentum

THEOGNIS Hist.
(Rhodius: a. A.D. 3)

Fragmentum

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 514.

Fr. 1

Citation: Fragment — (line)

t1

ΠΕΡΙ ΤΩΝ ΕΝ ΡΟΔῼ ΘΥΣΙΩΝ. E LIBRO SECUNDO.

1

Athenaeus VIII: Καὶ χελιδονίζειν δὲ καλεῖται παρὰ Ῥοδίοις ἀγερμός τις ἄλλος, περὶ οὗ Θέογνίς φησιν ἐν δευτέρῳ Περὶ τῶν ἐν Ῥόδῳ θυσιῶν, γράφων οὕτως· «Εἶδος δέ τι τοῦ ἀγείρειν χελιδονίζειν
5οἱ Ῥόδιοι καλοῦσιν, ὃ γίνεται τῷ Βοηδρομιῶνι μηνί. Χελιδονίζειν δὲ λέγεται διὰ τὸ εἰωθὸς ἐπιφωνεῖσθαι· Ἦλθ’, ἦλθε χελιδὼν, καλὰς ὥρας ἄγουσα, καλοὺς ἐνιαυτοὺς,
10ἐπὶ γαστέρα λευκὰ, ἐπὶ νῶτα μέλαινα. Παλάθαν οὐ προκυκλεῖς ἐκ πίονος οἴκου, οἴνου τε δέπαστρον,
15τυροῦ τε κάνιστρον καὶ πυρῶν; ἁ χελιδὼν καὶ λεκιθίταν οὐκ ἀπωθεῖται. Πότερ’ ἀπίωμες, ἢ λαβώμεθα; εἰ μέν τι δώσεις· εἰ δὲ μὴ, οὐκ ἐάσομες·
20ἢ τὰν θύραν φέρωμες, ἢ θὑπέρθυρον, ἢ τὰν γυναῖκα τὰν ἔσω καθημέναν· μικρὰ μέν ἐστι, ῥᾳδίως μὶν οἴσομες. Ἐὰν φέρῃς δέ τι, μέγα δή τι καὶ φέροις. Ἄνοιγ’ ἄνοιγε τὰν θύραν χελιδόνι·
25 οὐ γὰρ γέροντές ἐσμεν, ἀλλὰ παιδία. Τὸν δὲ ἀγερμὸν τοῦτον κατέδειξε πρῶτος Κλεόβουλος ὁ Λίνδιος ἐν Λίνδῳ χρείας γενομένης συλλογῆς χρη‐
μάτων.»514